Short URL for this page:
bit.ly/DiogLaertCarneades


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Καρνεάδης

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Κράντωρ

(Vol. I) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον δ´)

 p436  Κεφ. θ´. Καρνεάδης

[link to English translation] 62 Καρνεάδης Ἐπικώμου ἢ Φιλοκώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, Κυρηναῖος. οὗτος τὰ τῶν  p438 Στωικῶν βιβλία ἀναγνοὺς ἐπιμελῶς <καὶ μάλιστα> τὰ Χρυσίππου, ἐπιεικῶς αὐτοῖς ἀντέλεγε καὶ εὐημέρει τοσοῦτον, ὥστε ἐκεῖνο ἐπιλέγειν·

εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν ἐγώ.

φιλόπονος δ’ ἄνθρωπος γέγονεν εἰ καί τις ἄλλος, ἐν μὲν τοῖς φυσικοῖς ἧττον φερόμενος, ἐν δὲ τοῖς ἠθικοῖς μᾶλλον. ὅθεν καὶ ἐκόμα καὶ ἔτρεφεν ὄνυχας ἀσχολίᾳ τῇ περὶ τοὺς λόγους. τοσοῦτον δ’ ἴσχυσεν ἐν φιλοσοφίᾳ, ὥστε καὶ τοὺς ῥήτορας ἀπολύσαντας ἐκ τῶν σχολῶν παρ’ αὐτὸν ἰέναι καὶ αὐτοῦ ἀκούειν.

[link to English translation] 63 Ἦν δὲ καὶ μεγαλοφωνότατος, ὥστε τὸν γυμνασίαρχον προσπέμψαι αὐτῷ μὴ οὕτω βοᾶν· τὸν δὲ εἰπεῖν, "καὶ δὸς μέτρον φωνῆς." ἔνθεν εὐστόχως ἑλόντα ἀμείψασθαι· φάναι γάρ, "μέτρον ἔχεις τοὺς ἀκούοντας." δεινῶς τ’ ἦν ἐπιπληκτικὸς καὶ ἐν ταῖς ζητήσεσι δύσμαχος· τά τε δεῖπνα λοιπὸν παρῃτεῖτο διὰ τὰς προειρημένας αἰτίας. οὗτός ποτε Μέντορος τοῦ Βιθυνοῦ μαθητοῦ ὄντος καὶ παρ’ αὐτὸν ἐλθόντος εἰς τὴν διατριβήν, ὡς ἐπείρα αὐτοῦ τὴν παλλακὴν ὁ Μέντωρ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μεταξὺ λέγων παρῴδησεν εἰς αὐτόν·

[link to English translation] 64 πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,

Μέντορι εἰδόμενος ἠμὲν δέμας ἥδε καὶ αὐδήν·

τοῦτον σχολῆς τῆσδ’ ἐκκεκηρῦχθαι λέγω·

καὶ ὃς ἀναστὰς ἔφη·

 p440  οἱ μὲν ἐκήρυσσον, τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα.

Δειλότερον δέ πως δοκεῖ περὶ τὴν τελευτὴν ἀνεστράφθαι, ὅτε συνεχὲς ἔλεγεν, "ἡ συστήσασα φύσις καὶ διαλύσει." μαθών τε Ἀντιπάτρου φάρμακον πιόντα ἀποθανεῖν, παρωρμήθη πρὸς τὸ εὐθαρσὲς τῆς ἀπαλλαγῆς καί φησι, "δότε οὖν κἀμοί·" τῶν δὲ εἰπόντων, "τί;" "οἰνόμελι" εἶπεν. τελευτῶντος δ’ αὐτοῦ φασιν ἔκλειψιν γενέσθαι σελήνης, συμπάθειαν, ὡς ἂν εἴποι τις, αἰνιττομένου τοῦ μέθ’ ἥλιον καλλίστου τῶν ἄστρων.

[link to English translation] 65 Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. φέρονται δ’ αὐτοῦ ἐπιστολαὶ πρὸς Ἀριαράθην τὸν Καππαδοκίας βασιλέα. τὰ δὲ λοιπὰ αὐτοῦ οἱ μαθηταὶ συνέγραψαν· αὐτὸς δὲ κατέλιπεν οὐδέν. ἔστι καὶ εἰς τοῦτον ἡμῶν τῷ λογαοιδικῷ μέτρῳ καὶ Ἀρχεβουλείῳ·

τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν;

ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει

τὸ θανεῖν· ὅτε καὶ φθισικήν ποτ’ ἔχων κακίστην

νόσον, οὐκ ἐθέλεν λύσιν ἰσχέμεν· ἀλλ’ ἀκούσας

ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη,

[link to English translation] 66 "δότε τοίνυν," ἔφησε, "τὶ κἀμὲ πιεῖν." "τί μέντοι;

τί;" "δότ’ οἰνόμελι." σφόδρα τ’ εἶχε πρόχειρα ταυτί·

"φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή."

ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ

τὰ πλέω κακὰ κέρδε’ ἔχοντα μολεῖν ἐς ᾄδου.

Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ  p442 ἀγνοεῖν· κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι· εἰσκομίσαντος δὲ καὶ εἰπόντος, "κεκόμικα," "οὐκοῦν," εἰπεῖν, "σὺ ἀναγίνωσκε."

Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος· περὶ οὗ καὶ λεκτέον.

Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς ψυχρός.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 20