Short URL for this page:
bit.ly/ProcopiusBP2G


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Β´.κβ´‑κγ´

This webpage reproduces a section of
The Wars

of
Procopius

published in the Loeb Classical Library,
1914

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

ὕστερον·

[image ALT: link to next section]
Β´.κϛ´‑κζ´

(Vol. I) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΠΕΡΙ ΤΩΝ ΠΟΛΕΜΩΝ

 p472  ΒΙΒΛΙΟΝ B´
Μέρος ζ´

[link to English translation] 24 1 Ἐτύγχανε δὲ ὁ Χοσρόης ἐξ Ἀσσυρίων ἐς χωρίον Ἀδαρβιγάνων ἥκων πρὸς βορρᾶν ἄνεμον, ἔνθεν διενοεῖτο ἐς τὴν Ῥωμαίων ἀρχὴν διὰ Περσαρμενίων ἐσβάλλειν. 2 τὸ μέγα πυρεῖον ἐνταῦθά ἐστιν, ὃ σέβονται Πέρσαι θεῶν μάλιστα. οὗ δὴ τὸ πῦρ ἄσβεστον φυλάσσοντες μάγοι τά τε ἄλλα ἐς τὸ ἀκριβὲς ἐξοσιοῦνται καὶ μαντείῳ ἐς τῶν πραγμάτων τὰ μέγιστα χρῶνται. τοῦτό ἐστι τὸ πῦρ ὅπερ Ἑστίαν ἐκάλουν τε καὶ ἐσέβοντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι. 3 ἐνταῦθα σταλείς τις ἐκ Βυζαντίου παρὰ Χοσρόην ἀπήγγελλε Κωνσταντιανόν τε καὶ Σέργιον πρέσβεις ἐς αὐτὸν ἐπὶ τῇ ξυμβάσει αὐτίκα δὴ μάλα ἀφίξεσθαι. 4 ἤστην δὲ τῷ ἄνδρε τούτω ῥήτορέ τε ἄμφω καὶ ξυνετὼ ἐς τὰ μάλιστα, Κωνσταντιανὸς  p474 μὲν Ἰλλυριὸς γένος, Σέργιος δὲ ἐξ Ἐδέσσης πόλεως, ἢ ἐν Μεσοποταμίᾳ τυγχάνει οὖσα. 5 οὓς δὴ ὁ Χοσρόης προσδεχόμενος ἡσυχῆ ἔμενεν. ἐν δὲ τῇ πορείᾳ ταύτῃ Κωνσταντιανοῦ νοσήσαντος καὶ χρόνου τριβέντος συχνοῦ, τὸν λοιμὸν ἐπισκῆψαι Πέρσαις ξυνέπεσε. 6 διὸ δὴ Ναβέδης τηνικαῦτα ἐν Περσαρμενίοις τὴν στρατηγίδα ἔχων ἀρχὴν τὸν ἐν Δούβιος τῶν Χριστιανῶν ἱερέα βασιλέως ἐπαγγείλαντος παρὰ Βαλεριανὸν τὸν ἐν Ἀρμενίοις στρατηγὸν ἔπεμψεν, αἰτιασόμενόν τε τὴν τῶν πρέσβεων βραδυτῆτα καὶ Ῥωμαίους ἐς τὴν εἰρήνην ὁρμήσοντα προθυμίᾳ τῇ πάσῃ. 7 καὶ ὃς ξὺν τῷ ἀδελφῷ ἐς Ἀρμενίους ἥκων, τῷ τε Βαλεριανῷ ἐντυχών, αὐτός τε Ῥωμαίοις ἅτε Χριστιανὸς ἰσχυρίζετο εὐνοϊκῶς ἔχειν καί οἱ βασιλέα Χοσρόην πείθεσθαι ἀεὶ ἐς βουλὴν πᾶσαν· ὥστε ἢν Ῥωμαίων οἱ πρέσβεις ἐς τὰ Περσῶν ἤθη ξὺν αὐτῷ ἔλθωσιν, οὐκ ἄν τι αὐτοῖς ἐμπόδισμα εἴη τοῦ τὴν εἰρήνην ὅπη​1 βούλονται διαθήσεσθαι. 8 ὁ μὲν οὖν ἱερεὺς τοσαῦτα εἶπεν· ὁ δὲ τοῦ ἱερέως ἀδελφὸς Βαλεριανῷ ἐντυχὼν λάθρα Χοσρόην ἐν μεγάλοις εἶναι κακοῖς ἔφασκε· τόν τε γάρ οἱ παῖδα τυραννίδι ἐπιθέμενον ἐπαναστῆναι, καὶ αὐτὸν ὁμοῦ ξὺν παντὶ τῷ Περσῶν στρατῷ τῇ νόσῳ ἁλῶναι· διὸ δὴ καὶ Ῥωμαίοις τανῦν ἐς τὴν ξύμβασιν ἐθέλειν ἰέναι. 9 ταῦτα ἐπεὶ Βαλεριανὸς ἤκουσε, τὸν μὲν ἐπίσκοπον εὐθὺς ἀπεπέμψατο, τοὺς πρέσβεις οὐκ εἰς μακρὰν ὑποσχόμενος παρὰ Χοσρόην ἀφίξεσθαι, αὐτὸς δὲ τοὺς λόγους ἐς βασιλέα Ἰουστινιανὸν οὕσπερ ἠκηκόει ἀνήνεγκεν. 10 οἷς δὴ ὁ βασιλεὺς αὐτίκα  p476 ἠγμένος αὐτῷ τε καὶ Μαρτίνῳ καὶ τοῖς ἄλλοις ἄρχουσιν ὅτι τάχιστα ἐσβάλλειν εἰς τὴν πολεμίαν ἐπέστελλεν. εὖ​2 γὰρ οἶδεν ὡς αὐτοῖς τῶν πολεμίων οὐδεὶς ἐμποδὼν στήσεται. 11 ἐκέλευε δὲ ξυλλεγέντας ἐς ταὐτὸ ἅπαντας οὕτω τὴν ἐσβολὴν ἐπὶ Περσαρμενίους ποιήσασθαι. ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες τὰ γράμματα εἶδον, ἅπαντες ὁμοῦ τοῖς ἑπομένοις​3 ξυνέρρεον ἐς τὰ ἐπὶ Ἀρμενίας χωρία.

[link to English translation] 12 Ἤδη δὲ ὁ Χοσρόης ὀλίγῳ πρότερον τὸ Ἀδαρβιγάνων δέει τῷ ἐκ τῆς νόσου ἀπολιπὼν ἐς τὴν Ἀσσυρίαν παντὶ τῷ στρατῷ ἀπιὼν ᾤχετο, ἔνθα δὴ οὔπω ἐνδεδημήκει τὸ τοῦ λοιμοῦ πάθος. Βαλεριανὸς μὲν οὖν Θεοδοσιουπόλεως ἄγχιστα ἐστρατοπεδεύσατο ξὺν τοῖς ἀμφ’ αὐτὸν καταλόγοις, καί οἱ Ναρσῆς ξυνετάττετο Ἀρμενίους τε καὶ Ἐρούλων τινὰς ξὺν αὑτῷ ἔχων. 13 Μαρτῖνος δὲ ὁ τῆς ἕω στρατηγὸς ξύν τε Ἰλδίγερι καὶ Θεοκτίστῳ ἐς Κιθαρίζων τὸ φρούριον ἀφικόμενος ἐνταῦθά τε πηξάμενος τὸ στρατόπεδον αὐτοῦ ἔμεινε· διέχει δὲ Θεοδοσιουπόλεως ὁδῷ τεττάρων ἡμερῶν τὸ φρούριον τοῦτο· ἵνα καὶ Πέτρος οὐκ εἰς μακρὰν ξύν τε Ἀδολίῳ καὶ ἄλλοις τισὶν ἄρχουσιν ἦλθεν. 14 ἡγεῖτο δὲ τῶν ταύτῃ καταλόγων Ἰσαάκης ὁ Ναρσοῦ ἀδελφός. Φιλημοὺθ δὲ καὶ Βῆρος ξὺν Ἐρούλοις τοῖς σφίσιν ἑπομένοις ἐς τὰ ἐπὶ Χορζιανηνῆς χωρία ἦλθον, τοῦ Μαρτίνου στρατοπέδου οὐ πολλῷ ἄποθεν. 15 Ἰοῦστός τε ὁ βασιλέως ἀνεψιὸς καὶ Περάνιος καὶ Ἰωάννης ὁ Νικήτου παῖς ξύν τε Δομνεντιόλῳ καὶ Ἰωάννῃ τῷ  p478 Φαγᾷ τὴν ἐπίκλησιν ἐστρατοπεδεύσαντο πρὸς τῷ Φισῶν καλουμένῳ φρουρίῳ, ὅπερ ἄγχιστά πη τῶν Μαρτυροπόλεως ὁρίων ἐστίν. 16 οὕτω μὲν οὖν ἐστρατοπεδεύσαντο οἱ Ῥωμαίων ἄρχοντες ξύν τοῖς ἑπομένοις, ξυνῄει δὲ ὁ στρατὸς ἅπας ἐς τρισμυρίους. 17 οὗτοι ἅπαντες οὔτε ἐς ταὐτὸ ξυνελέγησαν, οὐ μὴν οὔτε ἀλλήλοις λόγους ἦλθον. πέμποντες δὲ παρ’ ἀλλήλους οἱ στρατηγοὶ τῶν σφίσιν ἐπομένων τινὰς ὑπὲρ τῆς ἐσβολῆς ἐπυνθάνοντο. 18 ἄφνω δὲ Πέτρος, οὐδενὶ κοινολογησάμενος, ξὺν τοῖς ἀμφ’ αὐτὸν ἀνεπισκέπτως ἐς τὴν πολεμίαν ἐσέβαλλεν. ὅπερ ἡμέρᾳ τῇ ἐπιγινομένῃ γνόντες Φιλημοὺθ τε καὶ Βῆρος, οἱ τῶν Ἐρούλων ἡγούμενοι, εὐθὺς εἵποντο. 19 ἐπεί τε ταῦτα οἵ τε ἀμφὶ Μαρτῖνον καὶ Βαλεριανὸν ἔμαθον, τῇ ἐσβολῇ κατὰ τάχος ἐχρῶντο. 20 ἅπαντες δὲ ἀλλήλοις ὀλίγῳ ὕστερον ἀνεμίγνυντο ἐν τῇ πολεμίᾳ, πλὴν Ἰούστου τε καὶ τῶν ξὺν αὐτῷ, οἳ δὴ μακράν τε ἄποθεν, ὥσπερ ἐρρήθη, ἐστρατοπεδευμένοι τοῦ ἄλλου στρατοῦ, καὶ χρόνῳ ὕστερον τὴν ἐκείνων ἐσβολὴν γνόντες, καὶ αὐτοὶ μὲν ἐσέβαλλον ὡς τάχιστα ἐς τὴν κατ’ αὐτοὺς πολεμίαν, ἀναμίγνυσθαι δὲ τοῖς ξυνάρχουσιν οὐδαμῇ ἔσχον. 21 οἱ μέντοι ἄλλοι ξύμπαντες ἐπορεύοντο εὐθὺ Δούβιος, οὔτε ληιζόμενοι οὔτε τι ἄλλο ἄχαρι πράσσοντες ἐς τὴν Περσῶν χώραν.

[link to English translation] 25 1 Ἐστι δὲ τὸ Δούβιος χώρα τις τά τε ἄλλα ἀγαθὴ καὶ ἀέρων τε καὶ ὑδάτων εὐεξίαν τινὰ διαρκῶς ἔχουσα, Θεοδοσιουπόλεως δὲ ὁδῷ ἡμερῶν ὀκτὼ διέχει.  p480 2 καὶ πεδία μὲν ἐνταῦθα ἱππήλατά ἐστι, κῶμαι δὲ πολλαὶ πολυανθρωπότατοι ᾤκηνται ἀγχοτάτω ἀλλήλαις καὶ πολλοὶ ἔμποροι κατ’ ἐργασίαν ἐν ταύταις οἰκοῦσιν. 3 ἐκ τε γὰρ Ἰνδῶν καὶ τῶν πλησιοχώρων Ἰβήρων πάντων τε ὡς εἰπεῖν τῷ ἐν Πέρσαις ἐθνῶν καὶ Ῥωμαίων τινῶν τὰ φορτία ἐσκομιζόμενοι ἐνταῦθα ἀλλήλοις ξυμβάλλουσι. 4 τόν τε τῶν Χριστιανῶν ἱερέα Καθολικὸν καλοῦσι τῇ Ἑλλήνων φωνῇ, ὅτι δὴ ἐφέστηκεν εἷς ὢν ἅπασι τοῖς ταύτῃ χωρίοις. 5 Δούβιος δὲ ἄποθεν ὅσον εἴκοσι καὶ ἑκατὸν σταδίων ἐν δεξιᾷ ἰόντι ἐκ Ῥωμαίων τῆς γῆς ὄρος ἐστὶ δύσβατόν τε καὶ ἄλλως κρημνῶδες, καὶ κώμη τις ἐν δυσχωρίᾳ στενοτάτη κειμένη, Ἀγγλὼν ὄνομα. 6 οὗ δὴ ὁ Ναβέδης, ἐπειδὴ τάχιστα τῶν πολεμίων τὴν ἔφοδον ἔγνω, παντὶ τῷ στρατῷ ἀποχωρήσας χωρίου τε ἰσχύϊ θαρσήσας καθεῖρξεν αὑτόν. 7 καὶ ἡ μὲν κώμη ἐς τοῦ ὄρους τὰ ἔσχατα κεῖται, φρούριον δὲ ἐχυρὸν τῇ κώμῃ ταύτῃ ὁμώνυμον ἐν τῷ κρημνώδει ἐστίν. 8 ὁ γοῦν Ναβέδης λίθοις μὲν καὶ ἁμάξαις τὰς ἐπὶ τὴν κώμην ἀποφράξας εἰσόδους δυσπρόσοδον ἔτι μᾶλλον εἰργάσατο ταύτην. 9 ἐπίπροσθε δὲ τάφρον τινὰ ὀρύξας ἐνταῦθα τὸ στράτευμα ἔστησε, προλοχίσας οἰκίσκους τινὰς παλαιοὺς ἐνέδραις πεζῶν. ἐς τετρακισχιλίους δὲ ἄνδρας ἅπαν ξυνῄει τὸ Περσῶν στράτευμα.

[link to English translation] 10 Ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς χῶρον ἡμέρας ὁδῷ Ἀγγλῶν διέχοντα, τῶν τινα πολεμίων ἐπὶ κατασκοπῇ ἰόντα  p482 λαβόντες ἐπυνθάνοντο ὅπη ποτὲ τανῦν ὁ Ναβέδης εἴη. καὶ ὃς ἀνακεχωρηκέναι τὸν ἄνδρα ἐξ Ἀγγλῶν παντὶ τῷ Μήδων στρατῷ ἔφασκεν. 11 ὃ δὴ ὁ Ναρσῆς ἀκούσας δεῖνα ἐποιεῖτο, καὶ τοῖς ξυνάρχουσι τὴν μέλλησιν ὀνειδίζων ἐλοιδορεῖτο. 12 ταὐτὸ δὲ τοῦτο καὶ ἄλλοι ἐποίουν, ἐς ἀλλήλους​4 ὑβρίζοντες, καὶ τὸ λοιπὸν μάχης τε καὶ κινδύνου ἀφροντιστήσαντες ληίζεσθαι τὰ ἐκείνῃ χωρίᾳ ἐν σπουδῇ ἐποιοῦντο. 13 ἄραντες τοίνυν ἀστρατήγητοί τε καὶ ἄτακτοι​5 κόσμῳ οὐδενὶ ἐπίπροσθεν ᾔεσαν, οὔτε τι ἔχοντες σύμβολον ἐν σφίσιν αὐτοῖς, ᾗπερ ἐν τοῖς τοιούτοις ἀγῶσιν εἴθισται, οὔτε πη διακεκριμένοι ἐν τάξει. 14 τοῖς γὰρ σκευοφόροις οἱ στρατιῶται ἀναμιγνύμενοι ἐπορεύοντο ὡς ἐπὶ ἁρπαγὴν ἑτοιμοτάτην ἰόντες χρημάτων μεγάλων. 15 ἐπεὶ δὲ Ἀγγλῶν ἀγχοῦ ἐγένοντο, πέμπουσι κατασκόπους, οἳ δὴ αὐτοῖς ἐπανιόντες ἀπήγγελλον τὴν τῶν πολεμίων παράταξιν. 16 οἱ δὲ στρατηγοὶ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες ἀναστρέφειν μὲν ξὺν στρατῷ τοσούτῳ τὸ πλῆθος αἰσχρόν τε καὶ ἄνανδρον ὅλως ᾤοντο εἶναι, τάξαντες δὲ ὡς ἐκ τῶν παρόντων εἰς τὸ τρία τέλη τὸ στράτευμα εὐθὺ τῶν πολεμίων ἐχώρουν. 17 Πέτρος μὲν οὖν κέρας τὸ δεξιὸν εἶχε, Βαλεριανὸς δὲ τὸ εὐώνυμον, εἰς δὲ τὸ μέσον οἱ ἀμφὶ Μαρτῖνον ἐτάσσοντο. γενόμενοι δὲ ἄγχιστά πη τῶν ἐναντίων ἡσύχαζον, τὴν τάξιν σὺν ἀκοσμίᾳ φυλάσσοντες. 18 αἴτιον δὲ ἦν ἤ τε δυσχωρία κρημνώδης ὑπερφυῶς οὖσα καὶ τὸ ἐξ  p484 ὑπογύου διαταχθέντας ἐς τὴν μάχην καθίστασθαι. 19 ἔτι μέντοι καὶ οἱ βάρβαροι σφᾶς αὐτοὺς ἐς ὀλίγον ξυναγαγόντες ἡσυχῆ ἔμενον, περισκοπούμενοι τῶν ἐναντίων τὴν δύναμιν, προειρημένον αὐτοῖς πρὸς Ναβέδου χειρῶν μὲν ὡς ἥκιστα ἄρχειν, ἢν δέ πη ἐπισκήψωσιν οἱ πολέμιοι, κατὰ τὸ δυνατὸν σφίσιν ἀμύνασθαι.

[link to English translation] 20 Πρῶτος δὲ Ναρσῆς ξύν τε τοῖς Ἐρούλοις καὶ Ῥωμαίων τοῖς ἑπομένοις ἐς χεῖρας τοῖς πολεμίοις ἦλθεν, ὠθισμοῦ τε γενομένου ἐτρέψατο τοὺς κατ’ αὐτὸν Πέρσας. 21 φεύγοντές τε οἱ βάρβαροι ἐς τὸ φρούριον ἀνέβαινον δρόμῳ, ἔνθα δὴ ἀλλήλους ἔργα ἀνήκεστα ἐν τῇ στενοχωρίᾳ εἰργάζοντο. 22 καὶ τότε Ναρσῆς τε αὐτὸς τοῖς ἀμφ’ αὐτὸν ἐγκελευσάμενος πολλῷ ἔτι μᾶλλον τοῖς πολεμίοις ἐνέκειτο, καὶ Ῥωμαίων οἱ λοιποὶ ἔργου εἴχοντο. 23 ἐξελθόντες δὲ ἐκ τοῦ αἰφνιδίου ἐκ τῶν κατὰ τοὺς στενωποὺς οἰκίσκων οἱ προλοχίζοντες, ὥσπερ ἐρρήθη, τῶν τε Ἐρούλων τινὰς κτείνουσιν, ἀπροσδόκητοι ἐπιπεσόντες, καὶ Ναρσῆν κατὰ κόρρης αὐτὸν παίουσι. 24 καὶ αὐτὸν Ἰσαάκης ὁ ἀδελφὸς καιρίαν τυπέντα ὑπεξήγαγε τῶν μαχομένων. ὃς δὴ ὀλίγῳ ὕστερον ἐτελεύτησεν, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος. 25 ταραχῆς δέ, ὡς τὸ εἰκός, ἐνθένδε πολλῆς ἐς τὸν Ῥωμαίων στρατὸν ἐμπεσούσης, ἅπαν ὁ Ναβέδης ἐπαφῆκε τοῖς ἐναντίοις τὸ Περσῶν στράτευμα. 26 οἱ δὲ βάλλοντες ἐν τοῖς στενωποῖς ἐς πολεμίων πάμπολυ πλῆθος πολλούς τε ἄλλους εὐπετῶς ἔκτεινον καὶ διαφερόντως Ἐρούλους, οἳ ξὺν τῷ Ναρσῇ τὰ πρῶτα τοῖς ἐναντίοις ἐπιπεσόντες  p486 ἀφύλακτοι ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμάχοντο. 27 οὔτε γὰρ κράνος οὔτε θώρακα οὔτε ἄλλο τι φυλακτήριον Ἔρουλοι ἔχουσιν, ὅτι μὴ ἀσπίδα καὶ τριβώνιον ἁδρόν, ὃ δὴ διεζωσμένοι ἐς τὸν ἀγῶνα καθίστανται.​6 28 δοῦλοι μέντοι Ἔρουλοι καὶ ἀσπίδος χωρὶς ἐς μάχην​7 χωροῦσιν, ἐπειδὰν δὲ ἄνδρες ἐν πολέμῳ ἀγαθοὶ γένωνται, οὕτω δὴ ἀσπίδας αὐτοῖς ἐφιᾶσιν οἱ δεσπόται προβάλλεσθαι ἐν ταῖς ξυμβολαῖς. τὰ μὲν τῶν Ἐρούλων ταύτῃ πη ἔχει.

[link to English translation] 29 Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τοὺς πολεμίους ἀνὰ κράτος ἅπαντες ἔφευγον, οὔτε ἀλκῆς μεμνημένοι οὔτε τινὰ αἰδῶ ἢ λόγος τι ἐν νῷ ἀγαθὸν ἔχοντες. 30 Πέρσαι δὲ αὐτοὺς ὑποπτεύοντες οὐκ ἐς φυγὴν ἀναίσχυντον οὕτω τετράφθαι, ἀλλ’ ἐνέδραις τισὶν ἐς αὐτοὺς χρῆσθαι, ἄχρι ἐς τὰς δυσχωρίας διώξαντες εἶτα ἀνέστρεφον, οὐ τολμῶντες ἐν τῷ ὁμαλεῖ ὀλίγοι πρὸς πολλοὺς διαμάχεσθαι. 31 Ῥωμαῖοι μέντοι, καὶ διαφερόντως οἱ στρατηγοὶ πάντες, δίωξιν ἐπὶ σφᾶς ἀεὶ ποιεῖσθαι τοὺς πολεμίους οἰόμενοι ἔφευγον ἔτι μᾶλλον, οὐδένα ἀνιέντες καιρόν, θέουσι μὲν τοῖς ἵπποις ἐγκελευόμενοι μάστιγι καὶ κραυγῇ, τοὺς δὲ θώρακας καὶ τὰ ἄλλα ὅπλα ῥιπτοῦντες σπουδῇ τε καὶ θορύβῳ ἐς ἔδαφος. 32 οὐ γὰρ ἀντιτάξασθαι καταλαμβάνουσιν αὐτοὺς ἐθάρσουν Πέρσαις, ἀλλ’ ἐν μόνοις τοῖς τῶν ἵππων ποσὶ τὰς τῆς σωτηρίας ἐλπίδας εἶχον καί, τὸ ξύμπαν εἰπεῖν, τοιαύτη γέγονεν ἡ φυγὴ ὥστε τῶν ἵππων σχεδόν τι αὐτοῖς οὐδεὶς διεβίω, ἀλλ’ ἡνίκα τοῦ δρόμου ἐπαύσαντο, πεσόντες εὐθὺς διεφθάρησαν. 33 καὶ πάθος τοῦτο μέγα Ῥωμαίοις  p488 οἷον οὔποτε πρότερον γέγονε. πολλοί τε γὰρ αὐτῶν ἔθανον καὶ πλείους ἔτι ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. 34 ὅπλα τε αὐτῶν οἱ πολέμιοι καὶ ὑποζύγια ἔλαβον τοσαῦτα τὸ πλῆθος, ὥστε πλουσιωτέρα δοκεῖν ἐκ τούτου γενέσθαι τοῦ ἔργου τὰ Περσῶν πράγματα. 35 Ἀδόλιος δὲ διὰ φρουρίου ἐν ταύτῃ δὴ τῇ ὑπαγωγῇ παριὼν ἐν Περσαρμενίοις κειμένου λίθῳ τε τὴν κεφαλὴν πρός τοῦ τῶν ταύτῃ ᾠκημένων πληγεὶς αὐτοῦ διεφθάρη, οἵ τε ἀμφὶ τὸν Ἰοῦστον καὶ Περάνιον ἐσβαλόντες ἐς τὰ ἐπὶ Ταραύνων χωρία καὶ ὀλίγα ἄττα ληισάμενοι εὐθὺς ἐπανῆλθον.


Critical Notes:

1 ὅπη Maltretus: ὅπου MSS.

2 εὖ Haury: οὐ MSS.

3 ἑπομένοις Dindorf: ἐσομένοις MSS.

4 ἀλλήλους P: ἄλλους VG.

5 ἄτακτοι GP: ἄκοσμοι V.

6 καθίστανται G: καθίσταντο VP.

7 μάχην VP: τὸν ἀγῶνα G.


[image ALT: Valid HTML 4.01.]

Page updated: 3 Oct 20